Add parallel Print Page Options

16 Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· [a]Ὀψίας γενομένης λέγετε· Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός· καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. [b]τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον [c]Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.

Καὶ ἐλθόντες οἱ [d]μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. γνοὺς δὲ ὁ Ἰησοῦς [e]εἶπεν· Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ [f]ἐλάβετε; οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ [g]ἄρτων εἶπον ὑμῖν; [h]προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 12 τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης [i]τῶν ἄρτων ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:2 Ὀψίας γενομένης … οὐ δύνασθε Treg NIV RP ] [[WH]]
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:3 τὸ Treg NIV [[WH]] ] Ὑποκριταί τὸ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:4 Ἰωνᾶ WH Treg NIV ] + τοῦ προφήτου RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:5 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:8 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:8 ἐλάβετε Treg RP ] ἔχετε WH NIV
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:11 ἄρτων WH Treg NIV ] ἄρτου RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:11 προσέχετε δὲ WH Treg NIV ] προσέχειν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:12 τῶν ἄρτων WH Treg NIV ] τοῦ ἄρτου RP